«Παρέλαβεν ο Χριστός» | Ήχος Πλάγιος Δ' | Χάρη Τρασάνη

Στις 6 Αυγούστου η Εκκλησίας μας εορτάζεται την ανάμνηση της Μεταμορφώσεως του Σωτήρος μας Ιησού Χριστού.
Κατά την διήγηση του Ευαγγελιστή Ματθαίου διαβάζουμε τα εξής:
Κατά Ματθαίον 17: 1-9
«Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν·
καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι·
εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα·
οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.
καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον.
καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.»
Δοξαστικό των Αίνων της Εορτής της Μεταμορφώσεως του Σωτήρος σε ήχο πλάγιο του Τετάρτου
«Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς.
Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα·
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε. » Και όταν κατέβαιναν από το όρος, έδωσεν εις αυτούς εντολήν ο Ιησούς και τους είπε· «να μη πήτε εις κανένα αυτό το όραμα, έως ότου ο υιός του ανθρώπου αναστηθή εκ νεκρών».
Μελοποίηση: Χάρης Τρασάνης
Ερμηνεία: Ευάγγελος Καραμπάσης & Χάρης Τρασάνης
ΠΑΤΗΣΤΕ ΕΔΩ ΓΙΑ ΤΟ ΜΟΥΣΙΚΟ ΚΕΙΜΕΝΟ




