Γράφτηκε από τον/την Εκκλησία της Πολωνίας. 23/12 12:18

sinodos polonias

 Μήνυμα ἐπὶ τῇ Ἑορτῇ τῆς τοῦ Χριστοῦ Γεννήσεως
τῆς Ἱερᾶς Συνόδου Ἐπισκόπων τῆς Αὐτοκεφάλου Ὀρθοδόξου Ἐκκλησίας τῆς Πολωνίας
πρὸς τὸν Εὐλαβέστατον Ἱερόν Κλῆρον, τοὺς Εὐλαβεῖς Μοναχούς,

τοὺς Πιστούς, τὴν Νεολαίαν καὶ τὰ Τέκνα

Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σὴμερον.

Παρθένος τίκτει καὶ μήτρα οὐ φθείρεται,

ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ κεχώρισται,

Ἄγγελοι μετὰ Ποιμένων δοξάζουσι, καὶ ἡμεῖς σὺν αὐτοῖς ἐκβοῶμεν·

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.

(Στιχηρὰ Ἰδιόμελα)

Ἡ Ἁγία Ἐκκλησία, ἡ Μήτηρ ἡμῶν, ἐπαινοῖ τοῖς τοιούτοις ὡραίοις λόγοις τὴν Γέννησιν τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ ἐκ τῆς Ὑπεραγίας Θεοτόκου γεννηθέντος ἐν Βηθλεέμ, τῇ πόλει τοῦ Δαυίδ (Ματθ. 2:1). Καὶ πάλιν, κατὰ τὸν ἐπίγειον βίον ἡμῶν, ἀκούομεν· Μέγα εἶναι τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί (Α΄ Τιμ. 3:16).

Ὅντως, μέγα μυστήριον εὑρίσκεται ἐνώπιον τοῦ ἀνθρώπου, ὃς οὐ δύναται συνιέναι τὴν ἐν ἑνὶ προσώπῳ τοῦ Ἰησοῦ Χριστοῦ σύνθεσιν τῶν δύο φύσεων, τῆς τε θεϊκῆς καὶ τῆς ἀνθρωπίνης.

Ὁ Λόγος τοῦ Θεοῦ μαρτυρεῖ τῷ κόσμῳ· «Ὁ Ἄναρχος ἀρχὴν λαμβάνει καὶ μέλλει σαρκὶ τίκτεσθαι».

Ὁ Χριστὸς, ὁ Προαιώνιος Λόγος, ἄνθρωπος γίνεται, νὰ ἑνώσει τὸν ἄνθρωπον μετ’ Αὐτοῦ καὶ νὰ ἐπιτρέψει αὐτῷ μετέχειν τῷ θείῳ φωτὶ καὶ ἀναβαίνειν εἰς τοὺς οὐρανούς. Οὐκ ἦλθε ζητῆσαι τοὺς δικαίους, ἀλλὰ ζητῆσαι τοὺς ἁμαρτωλούς, καὶ ἀγάγειν αὐτοὺς πρὸς τὸν Θεὸν Πατέρα, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον (Ἰω. 3:16).

Εὑρισκόμεθα, οὖν, ἐνώπιον τοῦ μέγα τῆς εὐσεβείας μυστηρίου· ὁ Θεὸς ἐφανερώθη ἐν σαρκί (Α΄ Τιμ. 3:16), δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν (Τὸ Σύμβολον τῆς Πίστεως).

Ἡ τοῦ Θεοῦ ἀγάπη ποιεῖ ὅτι… οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν (Ῥωμ. 8:38-39).

Ἀπὸ τὴν στιγμὴν τῆς Ἐνανθρωπήσεως ὁ Ἰησοῦς Χριστὸς διὰ παντὸς παραμένει ὡς τὸ Θεμέλιον καὶ ὁ Λόγος τῆς ἀνθρωπίνης ζωῆς.

Αὐτός, ὁ Σωτὴρ ἡμῶν, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας (Ἑβρ. 13:8), οἰκεῖ ἐν τῷ σύμπαντι ὡς «μόνος Βασιλεὺς τῆς Δόξης, τῆς Ἀληθείας καὶ τῆς Ζωῆς» καὶ φωτίζει τὸν κόσμον καὶ τοὺς ἐν χώρᾳ καὶ σκιᾷ θανάτου κατοικοῦντας (Μτ. 4:16), τῷ φωτὶ τῆς ἀληθινῆς ἐπιγνώσεως τοῦ Θεοῦ καὶ τοῦ μυστηρίου τῆς Τριαδικῆς Θεότητος.

Τοσοῦτον μεγάλη εἶναι ἡ πνευματικὴ σημασία τῆς ἐπιφανείας τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐν τῷ κόσμῳ.

Ἀδελφοί καὶ ἀδελφαί! Ὁ Χριστὸς εἶναι ἡ δύναμίς ἡμῶν, ὁ Χριστὸς εἶναι τὸ ἀνέσπερον φῶς, ὁ Χριστὸς εἶναι ὁ ἄδυτος ἥλιος.

Ὁ Ἀπόστολος Παῦλος καλεῖ ἡμᾶς σήμερον: Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας (Κολ. 2:8-10).

Τὸ κάλεσμα τούτον τοῦ Ἀποστόλου εἶναι σημαντικόν, ἰδίως σήμερον, ἐπειδὴ αἱ ἡμέραι ἡμῶν εἶναι πλήρεις ματαιότητος, ἀνησυχίας καὶ πνευματικῆς καταπτώσεως τῆς ἀνθρωπότητος. Ἢ τούτον ἀρέσῃ ἡμῖν ἢ οὐ, ἡμεῖς, οἱ Ὀρθόδοξοι Χριστιανοί, ἀντιμετωπίζομεν πολλὰς προκλήσεις, αἳ ἀφαιροῦσιν ἡμᾶς ἀπὸ τοῦ ἑνὸς οὓ ἐστι χρεία (Λκ. 10:42).

Διὰ τοῦτο ἡμεῖς, οἱ Ὀρθόδοξοι, σήμερον δεῖ ἀντιτάσσεσθαι τῷ πονηρῷ, πάσῃ δυνάμει πνεύματος καὶ νοὸς, καὶ ὡς εἶπεν ὁ Ἀπόστολος Παῦλος, νικᾶν ἐν τῷ ἀγαθῷ τὸ κακόν (Ῥωμ. 12:21), φυλάττοντες πάντα ὅσα εἶναι ἡμῖν Πατερικὰ καὶ τίμια, ἃ ἀφῆκαν ἡμῖν οἱ Πατέρες ἡμῶν.

Εἶθε ὁ Ἰησοῦς Χριστὸς, ὁ Σωτὴρ ἡμῶν, νὰ φωτίσῃ τὰς ψυχὰς καὶ τὰς καρδίας ἡμῶν, νὰ φωτίσῃ τὰς διανοίας ἡμῶν, καὶ νὰ ἐνδυναμώσῃ τὴν πίστιν ἡμῶν καὶ τὴν θέλησιν τοῦ ποιῆσαι τὸ ἀγαθόν.

Ἀδελφοί καὶ ἀδελφαί! Λήγοντος τοῦ ἔτους 2025, εὐχαριστοῦμεν τῷ Κυρίῳ διὰ τὸ ἔλεός Αὐτοῦ, ὃ ἐχαρίσατο τῇ Ἐκκλησίᾳ ἡμῶν καὶ ἑκάστῳ ἡμῶν.

Αὐτὸς, Κύριος ὁ Θεὸς, ὁ Παντοκράτωρ, ἐπευλόγησεν τὴν γενεὰν ἡμῶν ὅπως ἑορτάσωμεν τὴν ἑκατονταετηρίδα τῆς αὐτοκεφάλου κανονικῆς ζωῆς τῆς Ἐκκλησίας ἡμῶν, τὴν 1700ὴν ἐπέτειον τῆς Α΄ Οἰκουμενικῆς Συνόδου τοῦ 325, ἣ παρέδωκεν ἡμῖν τὸ Σύμβολον τῆς Πίστεως, ὃ πιστῶς φυλάττομεν, καὶ νὰ βιώσωμεν τὴν μεγάλην πνευματικὴν χαρὰν τῆς ἀνακηρύξεως τῶν Ἁγίων Μαρτύρων, οἳ ἐμαρτύρησαν ἐν Κάτιν καὶ ἐν ἄλλοις στρατοπέδοις ἐν Ἀνατολῇ καὶ Δύσῃ, ὡσαύτως καὶ κατὰ τοὺς βιαίους ἐξορισμοὺς εἰς τὴν Ἀνατολὴν καὶ τὴν Δύσιν.

Σήμερον ἀναβοώμεν: «Ἅγιοι Μάρτυρες τοῦ Κάτιν, καὶ οἱ μεθ’ ὑμῶν, πρεσβεύσατε ὑπὲρ ἡμῶν πρὸς τὸν Θεόν». Διατήρησον, Κύριε, τὴν Ἐκκλησίαν ἡμῶν ἐν εἰρήνῃ καὶ εὐημερίᾳ, ἵνα δύναται ἀκλονήτως κηρύττειν τῷ κόσμῳ τὴν περὶ τῆς Ἐνανθρωπήσεως τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Σωτῆρος ἡμῶν, Ἀληθείαν.

Ἀδελφοί καὶ ἀδελφαί! Ἐν πνευματικῇ χαρᾷ τῆς Ἑορτῆς τῆς τοῦ Κυρίου Γεννήσεως, ἐγκαρδίως ἀσπάζομεν πάντας· τὸν Κλῆρον, τοὺς Μοναχούς καὶ τὰς Μοναχάς, τὴν Νεολαίαν καὶ τὰ Τέκνα, καθὼς καὶ πάντας τοὺς πιστοὺς τῆς Ἐκκλησίας ἡμῶν, τοὺς ἐν τῇ Πατρίδι καὶ τοὺς πέραν τῶν συνόρων αὐτῆς. Εἴη τὸ Νέον Ἔτος 2026 πᾶσιν ἡμῖν χρόνος εὐλογημένος!

Ἐίη ὁ Χριστὸς Σωτὴρ ἡμῶν, νὰ ἐνδυναμῶσῃ ἡμᾶς ἐν πνευματικῇ καὶ σωματικῇ ὑγείᾳ, νὰ φυλάττει ἡμᾶς ἀπὸ παντὸς πειρασμοῦ καὶ νὰ εὐλογεῖ ἡμᾶς τῇ εἰρήνῃ Αὐτοῦ!

Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ (Φιλιπ. 4:7).

Χριστὸς γεννᾶται! – Δοξάσατε Αὐτόν!

Ἐλέῳ Θεοῦ, οἱ ταπεινοὶ:

† Σάββας, ὁ Μητροπολίτης Βαρσοβίας καὶ πάσης Πολωνίας

† Ἄβελ, ὁ Ἀρχιεπίσκοπος Λούμπλιν καὶ Χέλμ

† Ἰάκωβος, ὁ Ἀρχιεπίσκοπος Μπιαλίστοκ καὶ Γκντάνσκ

† Γεώργιος, ὁ Ἀρχιεπίσκοπος Βρότσλαβ καὶ Στσέτσιν, Ἀρχηγὸς τῆς Ὀρθοδόξου Θρησκευτικῆς Ὑπηρεσίας τοῦ Πολωνικοῦ Στρατοῦ

† Παΐσιος, ὁ Ἀρχιεπίσκοπος Ψέμυσλ καὶ Γκορλίτσε

† Γρηγόριος, ὁ Ἀρχιεπίσκοπος Μπιέλσκ

† Ἀθανάσιος, ὁ Ἐπίσκοπος Λούτζ καὶ Πόζναν

† Παῦλος, ὁ Ἐπίσκοπος Χαϊνούβκα

† Ἀνδρέας, ὁ Ἐπίσκοπος Σούπρασλ

† Βαρσανούφιος, ὁ Ἐπίσκοπος Σιεμιατίτσε

Ἡ τοῦ Χριστοῦ Γέννησις 2025/2026

Ἐν τῇ πρωτευούσῃ πόλει τῆς Βαρσοβίας

Εμφανίσεις: 242450
H αναδημοσίευση του παραπάνω άρθρου ή μέρους του επιτρέπεται μόνο αν αναφέρεται ως πηγή το Romfea.gr με ενεργό σύνδεσμο στην εν λόγω καταχώρηση.
FOLLOW ROMFEA: