Γράφτηκε από τον/την Εκ της Αρχιγραμματείας. Δευτέρα, 10 Απριλίου 2017

theofilos12

«Χαίρετε λαοί καί ἀγαλλιᾶσθε
ἄγγελος ἐκάθισεν εἰς τόν λίθον τοῦ μνήματος
αὐτός ἡμᾶς εὐηγγελίσατο εἰπών
Χριστός ἀνέστη ἐκ νεκρῶν, ὁ σωτήρ τοῦ κόσμου
καί ἐπλήρωσε τά σύμπαντα εὐωδίας.
Χαίρετε λαοί καί ἀγαλιᾶσθε».

(Στιχηρόν ἀναστάσιμον τῶν Αἴνων β΄ἤχου)

Ὄρθρος ἦν βαθύς τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων, τῇ πρώτῃ τῆς Ἑβδομάδος, μετά τήν σταύρωσιν καί τήν ταφήν τοῦ Κυρίου Ἰησοῦ.

Τόν ὄρθρον τοῦτον προλαβοῦσαι αἱ περί Μαριάμ γυναῖκες, αἱ συνακολουθήσασαι τῷ Ἰησοῦ ἀπό τῆς Γαλιλαίας καί γενόμεναι μάρτυρες τοῦ σταυροῦ καί τῆς ταφῆς Αὐτοῦ, ἐξῆλθον πρός τό μνημεῖον, ἀποροῦσαι καί διερωτώμεναι, ποῖος θά ἀποκυλίσῃ τόν λίθον ἐκ τῆς θύρας αὐτοῦ, διά νά ἀλείψουν μέ μύρα τό σῶμα τοῦ ἐσταυρωμένου καί ἐνταφιασμένου Κυρίου Ἰησοῦ Χριστοῦ.

Φθάσασαι ὅμως εἰς τό μνημεῖον, ἐγένοντο μάρτυρες θέας ἐκπάγλου  καί θαυμαστῆς λίαν.

Εὗρον ἀποκεκυλισμένον τόν λίθον, ζεῦγος δέ ζωηφόρων ἀγγέλων ἔνδοθεν τοῦ μνημείου ἐβόα  πρός αὐτάς «τί ζητεῖτε τόν ζῶντα μετά τῶν νεκρῶν, οὐκ ἔστιν ὧδε ἀλλά ἠγέρθη» ( Λουκ. 24, 6). «Ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν,(Μάρκ 16, 6)».

Τοῦτο ἦτο τό εὐαγγέλιον, τό χαρμόσυνον ἄγγελμα τοῦ τελεσιουργηθέντος ἔργου τοῦ Θεοῦ, διά τήν ἀναγέννησιν, τήν ἀνακαίνισιν, τήν λύτρωσιν, τήν ἐλευθερίαν, τήν ἀνάστασιν καί τήν σωτηρίαν τοῦ ἀνθρώπου.

Ὁ Μονογενής Υἱός  καί Λόγος Αὐτοῦ, ὁ προσλαβών σάρκα ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Ἀειπαρθένου καί προσηλώσας τήν σάρκα ταύτην ἑκουσίως εἰς τόν σταυρόν, ἀποθανών ὡς ἄνθρωπος ἐπί τοῦ σταυροῦ καί ταφείς ὡς θνητός, ἀνέστη τριήμερος ἐκ νεκρῶν τῇ δυνάμει τοῦ Πατρός Αὐτοῦ καί τῇ ἰδίᾳ Αὐτοῦ Θεϊκῇ δυνάμει.

Ὁ θάνατος οὐκ ἔσχεν ἐξουσίαν ἐπ' Αὐτοῦ. Ὁ Θεάνθρωπος Ἰησοῦς Χριστός διά τοῦ ἰδίου Αὐτοῦ θανάτου τόν θάνατον ἐπάτησε.

Διέλυσε τά δεσμά τοῦ Ἅιδου, διέρρηξε τάς σφραγῖδας τοῦ μνήματος καί ἀφῆκε τοῦτο κενόν μετά τῶν ὀθονίων μόνον εἰς μαρτύριον τῆς Ἀναστάσεως Αὐτοῦ.

Οὐχ ἧττον ὅμως τήν ἀγγελικήν ὀπτασίαν καί ἀγγελίαν ἐβεβαίωσε μετ' οὐ πολύ διά τῆς ἰδίας Αὐτοῦ ἀναστασίμου παρουσίας ὁ ἐκ νεκρῶν ἀναστάς Κύριος.

Ἐνεφανίσθη μετά τοῦ ἐσταυρωμένου, ἡλωμένου, λελαμπρυσμένου καί τεθεωμένου ἀχράντου Αὐτοῦ σώματος εἰς πλείστας ἐμφανείας μετά τήν Ἀνάστασιν.

Ὑπήντησε αὐτάς τάς μυροφόρους γυναῖκας εἰς τόν κῆπον τοῦ μνημείου, λέγων αὐταῖς «χαίρετε» (Ματθ. 28, 9).

Ἐνεφανίσθη εἰς τούς μαθητάς Αὐτοῦ, συνηγμένους εἰς τό ὑπερῷον, τῶν θυρῶν κεκλεισμένων, οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων καί πάλιν μεθ' ἡμέρας ὀκτώ, τοῦ Θωμᾶ ὄντος μετ' αὐτῶν (Ἰωάνν. 20, 19-29).

Συνεπορεύθη μετά Λουκᾶ καί Κλεόπα πρός Ἐμμαούς, ἔνθα καί ηὐλόγησε καί ἐπέδωσεν αὐτοῖς τόν ἄρτον (Λουκ. 24, 30).

Ἔστη ἐν μέσῳ τῶν μαθητῶν λαλούντων καί προέτρεψεν αὐτούς, ὅπως ψηλαφήσουν Αὐτόν καί βεβαιωθοῦν ὅτι ὡς Ἐνανθρωπήσας εἶχε «σάρκα καί ὀστέα» καί ἐζήτησε παρ' αὐτῶν καί ἔλαβε καί ἔφαγε "ἰχθύος ὀπτοῦ μέρος καί ἀπό μελισσίου κηρίου», (Λουκ. 24, 36 -44).

«Παραστήσας ἑαυτόν ζῶντα  ἐν πολλοῖς τεκμηρίοις μετά τό παθεῖν» (Πράξ. 1,3), τήν τεσσαρακοστήν ἀπό τῆς Ἀναστάσεως ἡμέραν, τῶν μαθητῶν βλεπόντων, ἐπήρθη ἐνδόξως εἰς τόν οὐρανόν καί ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρός Αὐτοῦ τό ἐν τῇ Ἐνανθρωπήσει πρόσλημμα ἡμῶν καί ἐθέωσεν αὐτό. 
 
Ἐκεῖθεν ἀπέστειλεν ἡμῖν παρά τοῦ Πατρός Παράκλητον ἄλλον, τό Πνεῦμα τῆς ἀληθείας, τό Πνεῦμα Αὐτοῦ τό Ἅγιον, τό ὁποῖον ἐφώτισε τούς ἁγίους Αὐτοῦ μαθητάς καί ἀποστόλους καί ἵδρυσε τήν Ἐκκλησίαν, τό Σῶμα Αὐτοῦ τό Ἅγιον.

Ἵδρυσε ταύτην καί προώρισε, ἵνα αὕτη συνεχίζῃ ἐπί τῆς γῆς τό ἁγιαστικόν καί σωστικόν Αὐτοῦ ἔργον. Νά ἀποτελῇ φανέρωσιν τῆς ἐληλυθυίας καί ἐρχομένης Αὐτοῦ βασιλείας ἐν τῷ κόσμῳ. Νά κηρύττῃ τό Εὐαγγέλιον Αὐτοῦ ἕως ἐσχάτου τῆς γῆς.

Νά παρέχῃ ἄφεσιν ἁμαρτιῶν ἐν τῇ δοθείσῃ αὐτῇ παρ' Αὐτοῦ ἐξουσίᾳ.

Νά κηρύττῃ εἰς τήν ἄγνοιαν τοῦ κόσμου τήν γνῶσιν τοῦ προσώπου Αὐτοῦ. Ὅτι Αὐτός ἐστιν «ἡ ὁδός καί ἡ ἀλήθεια καί ἡ ζωή», (Ἰωάν. 14, 4).

Νά ἐξασκῇ ἔργον φιλανθρωπίας πρός ἐνδεεῖς, πρόσφυγας, ναυαγούς καί ἀστέγους, παραδειγματιζομένη ἐξ  Ἐκείνου, ὁ Ὁποῖος «οὐκ εἶχε ποῦ τήν κεφαλήν κλίνῃ», (Ματθ. 8, 20).

Ἐν τῇ δυνάμει τῶν λόγων Αὐτοῦ, «λάβετε, φάγετε καί πίετε ἐξ αὐτοῦ πάντες» καί ἐν τῇ ἐπικλήσει τοῦ Ἁγίου Πνεύματος νά μεταδίδῃ τό σῶμα Αὐτοῦ τό ἄχραντον καί τό αἷμα Αὐτοῦ τό τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν καί ζωήν αἰώνιον.

Νά ἀντιπαραθέτῃ εἰς τήν μανίαν τῆς πολεμικῆς βίας καί εἰς τό παράλογον τῶν νεοφανῶν  τρομοκρατικῶν καταστροφικῶν ἐνεργειῶν τόν λόγον Αὐτοῦ τῆς θυσιαστικῆς ἀγάπης καί συνδιαλλαγῆς, «Πάτερ ἄφες αὐτοῖς», (Λουκ. 23, 34) καί «ἐγώ δέ λέγω ὑμῖν ἀγαπᾶτε τούς ἐχθρούς ὑμῶν καί προσεύχεσθε ὑπέρ τῶν διωκόντων ὑμᾶς», (Ματθ. 5, 44).

Ἡ Ἐκκλησία τῶν Ἱεροσολύμων, Σιών ἡ Ἁγία, ἡ λαχοῦσα παρά τοῦ Ἱδρυτοῦ αὐτῆς τήν διακονίαν Αὐτοῦ καί τοῦ λυτρωτικοῦ ἔργου Αὐτοῦ εἰς τούς τόπους, εἰς τούς ὁποίους  Οὗτος σαρκί ἐφανερώθη καί δή εἰς τόν ζωοδόχον Αὐτοῦ τάφον, τό Ἱερόν Κουβούκλιον τό ὁποῖον καί ηὐλογήθη προσφάτως, ὅπως ἀναστηλώσῃ, εὔχεται εἰς τό χριστεπώνυμον πλήρωμα αὐτῆς ὁπουδήποτε γῆς καί εἰς τούς τιμῶντας αὐτήν εὐλαβεῖς προσκυνητάς τήν ὑπομονήν εἰς τέλος καί τήν καρποφορίαν ἐν ὑπομονῇ, τήν δύναμιν καί τήν ἐλπίδα τῆς ἀναστάσεως ὡς ἀντίδοτον εἰς τάς ἀντιξοόητας καί τάς θλίψεις, τήν ὄντως εἰρήνην τοῦ Ἀναστάντος Ἰησοῦ Χριστοῦ, τήν ὑγιείαν καί τήν  εὐημερίαν καί χαρμόσυνον ἀναστάσιμον πασχάλιον περίοδον, ἀναφωνοῦσα ἐν χαρᾷ ἀνεκλαλήτῳ τό «Χριστός ἀνέστη».

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ, ΠΑΣΧΑ 2017
Μετά Πατρικῶν εὐχῶν καί Πατριαρχικῶν εὐλογιῶν,

Διάπυρος πρός Κύριον εὐχέτης,
ΘΕΟΦΙΛΟΣ  Γ΄
Πατριάρχης Ἱεροσολύμων

Εμφανίσεις: 300522
FOLLOW ROMFEA: